Ωδαί
Δημοσίευση: Τετάρτη, 09 Νοεμβρίου 2005

Ωδή πρώτη

Ανυμνών μεγαλύνω Σε άχραντε
 την το γένος ημών μεγαλύνασαν. 
Δυσωπών δυσωπώ Σε Πανύμνητε, 
την διά τον υιόν δυσωπήσασαν.

Ευλογών μακαρίζω Σε, Δέσποινα,
ην πιστών γενεαί μακαρίζουσιν.
 Αναμέλπω τήν χάριν σου, Άνασσα,
 ην αγγέλων χοροί μεγαλύνουσιν.

Αδιάφθορε νύμφη ανύμφευτε,
 ικετεύω, τον νουν μου χαρίτωσον.
Απειρόγαμε κόρη ακήρατε,
δυσωπώ Σε τας κόρας μου φώτισον.

Θεομήτωρ Μαρία Θεόνυμφε,
τας οδούς μου κατεύθυνον, δέομαι.
 Μητροπάρθενε, Δέσποινα άσπιλε,
 κινδυνεύοντα Συ διαφύλαττε.

Σωτηρίας ημών το κεφάλαιον,
 σωτηρίαν εμοί συ απέργασαι.
 Ευδοκίας ημών το προοίμιον,
 ευλογίαν καμοί θείαν δώρησαι.

Η το φως το ανέσπερον τέξασα,
σκοτισθέντα τον νούν φωταγώγησον.
Η τα σκότη πλανών διαλύσασα, 
βηματίζειν ορθώς παιδαγώγησον.

Η του κόσμου προστάτις Παντάνασσα,
πειρασμών και κινδύνων με λύτρωσαι.
Η την χάριν τω κόσμω κυήσασα,
την χαράν μοι αϊδιον δώρησαι.

Μυστηρίου φρικτού η φανέρωσις,
 μετανοίας μοι πύλας διάνοιξον.
 Αμαρτίας βροτών η αναίρεσις,
 σωτηρίας υιόν με ανάδειξον.

Η Χριστόν εν ωλέναις βαστάσασα,
 ευμενή τον κριτήν μοι απέργασαι.
Η ως βρέφος τον Πλάστην θηλάσασα
τον Δεσπότην των όλων ιλέωσαι.

Θησαυρέ της ζωής αδαπάνητε,
την ψυχήν μου πτωχεύσασαν πλούτισον. 
Φωτοφόρε λυχνία ολόφωτε,
σκοτισθέντα τον νουν μου καταύγασον.

Των καμνόντων ισχύς Θεονύμφευτε,
 την καμούσαν ψυχήν μου ενίσχυσον.
 Ιατρέ ασθενούντων Πανύμνητε,
ασθενούντα δεινώς με θεράπευσον.

Η καλλίρους πηγή η θεόρρυτος,
η αέναος Συ και ακένωτος,
την ψυχήν μου διψώσαν κατάρδευσον,
 και κατάρρυτον χώραν ανάδειξον.

Ευδοκίας Θεού το προοίμιον,
 λυτρωθήναι αγνή με ευδόκησον. 
Των πλεόντων καλόν ορμητήριον,
 εκ του κλύδωνος Συ με διάσωσον.

Η τροφή η του μάννα διάδοχος,
την ψυχήν μου λιμώττουσαν έκθρεψον.
Η τρυφής της Αγίας διάκονος,
 τρυφής θείας καμέ καταξίωσον.

Φωτοφόρε νεφέλη αείφωτε,
ψυχήν, φρένας και όμματα φώτισον.
 Πανακήρατε νύμφη ανύμφευτε,
τους θερμούς υμνητάς Σου ελέησον.

Η τον άρτον τον ζώντα βαστάσασα, 
νεκρωθέντα Παρθένε με ζώωσον.
Η τον στάχυν τον θείον βλαστήσασα,
 θανατούμενόν με νεοποίησον.

Ουρανίας χαράς η ανέγερσις,
χαρμονής την καρδίαν μου πλήρωσον.
 Βασιλείας του Άδου καθαίρεσις,
την ψυχήν και τον νουν μου χαρίτωσον.

Χαριτόβρυτε Μήτηρ Πανύμνητε,
 των δεινών και κινδύνων διάσωσον.
 Αειπάρθενε νύμφη ανύμφευτε,
 διαφύλαξόν με πολεμούμενον.

Παρθενίας στερρόν αμυντήριον,
 την ψυχήν μου αγνήν διατήρησον.
 Παναγία, Θεού οικητήριον,
 κινδυνεύοντα Συ διαφύλαξον.

Πανακήρατε κόρη πανάχραντε,
της ψυχής μου τα πάθη θεράπευσον. 
Παναγία Παρθένε Πανάρετε,
της ψυχής μου τον τάραχον κόπασον.

Η πολύχοος γη η ανήροτος,
εκ πασών γενεών η θεόλεκτος,
την ψυχήν μου αγνή, αροτρίασον,
 και σταχύων κομώσαν ανάδειξον.

Παναγία παρθένε βοήθησον,
εις την Σην προστασίαν κατέφυγον. 
Παναγία μου Δέσποιν' επάκουσον, 
εις την Σην παρρησίαν επήλπισα.

Αθεμίτοις Πανάμωμε πταίσμασι 
της ψυχής μου το κάλλος ημαύρωσα·
 πλην ευδόκησον πλύναι τοις δάκρυσι 
ον αφρόνως ο τάλας ηχρείωσα.

Τον Υιόν και Θεόν Σου ικέτευσον,
 και κριτήν ευμενή μοι απέργασαι.
 Σαις πρεσβείαις ικέτην οικείωσον
 και δεινής καταδίκης με λύτρωσαι.
     
    The 'House of Christian Love" · Σύνδεσμοι · Επικοινωνία · Εκκλησ. Ημερολόγιον · Ραδιοφωνικοί σταθμοί
    Επιστοφή στην κορυφή Εκτύπωση άρθρου Αρχική σελίδα
_